Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.14 Dem. 41.16 (English) >>Dem. 41.19

41.15ἀλλὰ δῆλον ὅτι τούτῳ ταῦτʼ οὐκ ἐλυσιτέλει, φανερῶς ὑπʼ αὐτῶν ἐξελεγχομένῳ τοῦτον τὸν τρόπον λαβεῖν διάλυσιν· μὴ γὰρ οἴεσθʼ, ἄνδρες δικασταί, τοὺς εἰδότας ἅπαντα ταῦτα νυνὶ μὲν ὑποκινδύνους αὑτοὺς καθιστάντας ἐμοὶ μαρτυρεῖν, τότε δʼ <ἂν> ὀμόσαντας ἄλλο τι γνῶναι περὶ αὐτῶν. οὐ μὴν ἀλλʼ εἰ καὶ μηδὲν τούτων ὑπῆρχεν ὑμῖν, οὐδʼ ὣς χαλεπόν ἐστιν γνῶναι περὶ αὐτῶν, ὁπότεροι τἀληθῆ λέγουσιν. 41.16περὶ μὲν γὰρ τῆς οἰκίας, εἰ φησὶν ὑπʼ ἐμοῦ πεισθέντα Πολύευκτον προστάξαι τοὺς ὅρους στῆσαι τῶν χιλιῶν, ἀλλʼ οὐ δήπου καὶ τοὺς μάρτυρας ἔπεισα, Σπουδία, ψευδῆ μοι μαρτυρεῖν, τοὺς παραγενομένους ὅτʼ ἠγγύα μοι, τοὺς εἰδότας ἔλαττόν με κομισάμενον, τοὺς ἀκούοντας ὁμολογοῦντος ὀφείλειν ἐμοὶ συστήσαντος ἀποδοῦναι, τοὺς τὸ τελευταῖον ταῖς διαθήκαις παραγενομένους· τούτοις γὰρ ἅπασιν οὐκέτι καταχαρίσασθαι ταῦθʼ ὑπῆρχεν, ἀλλὰ κινδυνεύειν τῶν ψευδομαρτυρίων, εἰ μηδὲν τῶν γενομένων μαρτυροῖεν. ἀφῶμεν τοίνυν τοῦτʼ ἤδη. 41.17πρὸς ἐκεῖνο δὲ τί ἂν λέγοις; ἀκριβῶς γὰρ ὅπως τούτους διδάξεις· εἰ δὲ μή, πάντες ὑμεῖς ἀπαιτεῖτʼ αὐτόν. ὅτε γὰρ Πολύευκτος διετίθετο ταῦτα, παρῆν μὲν τούτου γυνή, καὶ δῆλον ὅτι τὰς τοῦ πατρὸς διαθήκας ἀνήγγειλεν, ἄλλως τʼ εἰ καὶ μηδὲν ἴσον εἶχεν ἀλλʼ ἐν ἅπασιν ἠλαττοῦτο, παρεκλήθη δʼ αὐτὸς οὗτος, ὥστε μηδὲ τοῦτʼ εἶναι λέγειν, ὡς λάθρᾳ καὶ διακρυψάμενοι τούτους ἐπράττομεν ταῦτα· παρακαλούμενος γὰρ ἔφησεν αὐτὸς μὲν ἀσχολίαν ἄγειν, τὴν δὲ γυναῖκʼ ἐξαρκεῖν τὴν αὑτοῦ παροῦσαν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.14 Dem. 41.16 (English) >>Dem. 41.19

Powered by PhiloLogic